TLG 4339 001 :: ARCHELAUS :: Ἀρχελάου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ στίχων ἰάμβων (fort. auctore Heliodoro alchemista et poeta) (e cod. Casselano)

ARCHELAUS Alchem. Poeta
(a. A.D. 8)

Ἀρχελάου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ στίχων ἰάμβων (fort. auctore Heliodoro alchemista et poeta) (e cod. Casselano)

Source: Goldschmidt, G. (ed.), Heliodori carmina quattuor ad fidem codicis Casselani [Religionsgeschichtliche Versuche und Vorarbeiten 19.2] Giessen: Töpelmann, 1923: 50–59.

  • Cf. et HELIODORUS Alchem. et Poeta (4337 001)
  • Cf. et HIEROTHEUS Alchem. et Poeta (4332 001)
  • Cf. et THEOPHRASTUS Alchem. et Poeta (4338 001)

Citation: (Line)

1tἈρχελάου φιλοσόφου περὶ τῆς αὐτῆς ἱερᾶς τέχνης·
2tδιὰ στίχων ἰάμβων.
1Ἡ πάνσοφος καὶ θεία τέχνη τῶν σοφῶν τεχνουργικῶς ἔχουσα τὴν θεωρίαν σοφουργικὴν ἔντεχνον ἐνεργὸν φέρει πρᾶξιν σοφήν, τέλειαν ἔργων ἔκβασιν.
5πρᾶξις θεωρίας γάρ ἐστιν ἔκβασις· ὥσπερ ψυχὴ ἄτερ μένουσα σώματος ἄπρακτός ἐστι μηδὲν αἰσθητὸν τελεῖν ἐξισχύουσα πάμπαν ἤ τι ποιέειν εἰς ἔργον αὐτοῦ ἐκτὸς ὡς ἀποστᾶσα,
10ἐνοῦσα δ’ αὖ εἰς αὐτὸ σὺν τῷ ὀργάνῳ ἐργάζεται πᾶν ἔργον ὡς λογίζεται σοφιστικῶν ἐννοίας εἰς πλοκὰς λόγων, οὕτω νόει τὸ ἔργον, ὃ ζητῶν θέλεις, ἔχειν μύησιν γνώσεως, ἐπιστήμην
15καὶ πραγμάτων εἰς πεῖρας αὐτοῦ ἔκβασιν τελουμένην πράξει τε καὶ θεωρίᾳ, ὡς καὶ ψυχὴ εἰς σῶμα τῇ τε συνθέσει κράσει ἑνώσει συμπλοκῇ τε τῶν δύο ἓν ζῷον ἄμφω θεία τέχνη ἐκτελεῖ
20τοῦ πνεύματος συνόντος ὡς τρίτου στέφους. τὸν νοῦν προγύμνασον γὰρ εἰς θεωρίαν πάσης σοφιστικῆς τε τῶν αἰνιγμάτων καὶ συμπλοκῆς ἐννοίας ἀρχαίων σοφῶν γνῶσίν τε πείρας πράξεως τεχνουργικῆς
25ἐμπειρίαν σοφήν τε καὶ διάκρισιν, τῶν στοιχείων τὸ κρᾶμα καὶ τὴν σύνθεσιν καὶ ποιότητα μανθάνειν καὶ πανσόφως συγκιρνᾶν εἰς ἄλληλα καὶ ὁμοῦ πλέκειν συνεδεῖν τε καὶ πρὸς ἕν τι τῆς τέχνης τέλος
30εὔχρηστον ὠφελείας εἰς κέρδος φέρειν.
ἄτερ γὰρ ἀμφοῖν τοῖνδε, σώματος ψυχῆς, λέγω θεωρίας τε καὶ τῆς πράξεως, γενήσεταί σοι οὐδὲν ὠφελουμένῳ. εἰ δ’ αὖ τεχνίτης ὥσπερ ἔμπειρος σοφὸς50
35πέλων προσέλθῃς τῇδε τῇ τέχνῃ, θέλων γνῶναι λόγων μου πεῖραν ὡς τὴν ἔκβασιν, θάρσει· ἔχων ἄνωθεν ἔμπνευσιν φάους οὐκ ἀστοχήσεις πείρᾳ τοῦ ποθουμένου καὶ εὐχερῶς σοι ἔργον, ὥσπερ προσδοκᾷς,
40ἔσται φέρον σοι κέρδος ὄλβιον πάνυ, ψυχὴν ὅταν καὶ σῶμα κοσμήσῃς σοφῶς ἁγνείᾳ καὶ νηστείᾳ καὶ ῥύψει φρενῶν, τύρβας βίου φεύγων τε καὶ μένων μόνος, εὐχαῖς σχολάζων καὶ θεῷ δὲ προσφέρων
45λατρείαν ὡς δέησιν, ἐξαιτούμενος τῷ ἐν χεροῖν τὴν γνῶσιν ἐξ ὕψους χάριν δοῦναι, ὅπως γνῷς, μύστα, θᾶττον ἐξ ἑνὸς εἴδους τὸ ἔργον τοῦτος ἐκπληρούμενον. Ἄκουε τοίνυν τοῦδέ μου προοιμίου

(50)

ἐπῶν λόγων τε τοῦ σοφοῦ 〈τε〉 σκέμματος σύνταξιν ὡς εὔληπτον ἐννοῶν ἔπος μηδὲν λέγειν κενόν γε ἢ πλεῖστον κόπον, ἔχειν δὲ μᾶλλον εὔκολον καὶ σύντομον τὸ ἔργον ὄνησιν τε τοῖς σοφοῖς φέρον
55θαυμαστικῶς· οὕτως γὰρ ἄρχομαι λέγειν· Ὦ τῆς τελείας τῶν σοφῶν ἐμπειρίας, ὦ πανσόφου ἐννοίας ἀνδρῶν ῥητόρων, ὦ τῆς μιᾶς φύτλης τε κάλλος εὐπρεπές, ὦ εἶδος εὔχρουν φαιδρὸν ἔκστιλβον πάνυ,
60ὦ θαῦμα θαυμάτων τε τῆς τρισολβίας ταύτης μιᾶς καὶ θείας οὐσίας τέρας. τέρπει γὰρ ὄντως ἡ φύσις τε τὴν φύσιν νικῶσα καὶ κρατοῦσα τὴν φύσιν πᾶσαν, ἔχουσα συγγένειαν οὐσίας μένει
65ἑνουμένη τέρπουσα, θαῖτον δ’ εἰσκρίνει,
εἰς σῶμα βαίνει λευκὸν ὡς ἀσώματος, ὅμοιον ὡς φιλοῦσα σῶμα προσμένει ἀσωμάτως· τούτῳ γὰρ ἑνοῦται πᾶσα, ὡς γνοῦσα τῆς οἰκείας ἐνοικήσεως51
70κατεμβατεύει ὡς μελάθρῳ καὶ μένει, ὅλην φυλάττει, οὐδόλως αὐτὴν ἐᾷ φεύγειν, μένειν δὲ μᾶλλον ὡς κρατήσασα τῇ εἰσδύσει. ταύτην γὰρ ἐκτρέφει φύσιν μορφοῦσα καὶ κοσμοῦσα καὶ εἰς πῦρ φέρει
75καὶ πυρμαχεῖν νικᾶν δὲ τοῦ πυρὸς φορὰν ποιεῖ τάχιστα καὶ περᾶν καῦσιν φλογὸς, ἐλθοῦσα εἰς εὔμορφον εἴδους ἐκστροφήν. οὐκ εἰσκρίνει γὰρ σῶμα εἰς ἀσώματον, εἰ μὴ γένηται ὥσπερ ἡ ἀσώματος
80φύσις τραπεῖσα ἐκ φθορᾶς καὶ ἄφθορος τυχθεῖσα, χωρισθεῖσα δ’ ἐξ ὕλης πάχους. γεῶδες ἐκβαλοῦσα γὰρ λεπτύνεται καὶ γίνεται νικῶσα τὴν φύσιν πᾶσαν, ὡς ἐκστραφεῖσα ἐξ ὕλης ἄνω θέει
85καὶ γίνεται ὡς πνεῦμα καὶ κρατεῖ φύσιν καὶ εἰσκρίνει· μένει γάρ, οὐκ ἀφίσταται. ῥᾷον δὲ τοῦτο γίνεται 〈τὸ〉 τέχνημα· ἕνωσον ἄμφω ξηρὸν ὑγρῷ ὡς σοφός, αὖθις δὲ θερμὸν ψυχρῷ ὡς ἐναντίων
90ὄντων τε ποιότητι καὶ ἑνουμένων. ὁμοῦ γὰρ εἰς ἄλληλα τῇ μίξει φέρων, ὅταν τετράστοιχά 〈συ〉 ταῦτα ἐμφρόνως ὡς ἀγχίνους σοφός τε μύστης ἐργάσῃ, ἕνωσιν αὐτῶν πείρα καὶ μυούμενος
95ἀνωφερῶν τὴν γνῶσιν ἤγουν ἀρρένων κατωφερῶν τε αὖθις ὄντων θηλέων. Τὸ πῦρ γὰρ ὥσπερ κοῦφον ὂν μετάρσιον θερμὸν πέλον καὶ ξηρὸν οὐχ ἑνούμενον τῇ ψυχρᾷ καὶ βαρείᾳ τοῦ ῥείθρου φύσει

(100)

ὡς ὑγρᾷ οὔσῃ καὶ κατωφερεῖ πάνυ. ἀὴρ γὰρ ὡς ὑγρός τε καὶ θερμὸς πέλων ἑνοῖ πρὸς αὑτὸν ταῦτα θᾶττον καὶ κρατεῖ. οὕτως τε γῆ ὡς ψυχρὰ καὶ κατωφερὴς ἄνικμος οὖσα ξηρὰ δ’ αὖ οὐ μίγνυται52
105θερμῇ ἀέρος ὑγρᾷ κουφῇ δ’ οὐσίᾳ. ὕδωρ γὰρ, 〈ὡσ〉 ψυχρόν τε καὶ ὑγρὸν φύσει ὑπάρχον, ἔχθραν τοῖνδε παύει καὶ ἑνοῖ καὶ προσκαλεῖται συνδεσμεῖ τε πρόσφιλα, συγκιρνᾷ ποιότητα〈σ〉 καὶ μίσγει πρὸς ἕν.
110ὕδωρ γὰρ ὡς θερμανθὲν εἰς πυρὸς φλόγα ἀτμηθὲν αὖθις γίνεται ἀὴρ ὅλον, ἡ γῆ τε πιληθεῖσα καὶ ζυμουμένη δι’ ὑγρᾶς οὐσίας μὲν ἐκλυθήσεται καὶ ὡς νᾶμα πρόεισιν ἐξ ὕλης πάχους
115καὶ γίνεται ὕδωρ μὲν ὑγροῦ συμπλοκῇ ἐκ ποιότητος τῆσδε. ἔσται γὰρ νᾶμα οὕτως. τὸ πῦρ δὲ σβεσθὲν ἐκχωρισμένον ἄνω τὸ θερμὸν καὶ γεῶδες γίνεται κατωφερές, γῇ ὥς[περ] ἐξομοιούμενον.
120ἀὴρ ὅλως δὲ θερμὸς ἐκκαύσει φλογὸς ἑφθεὶς πῦρ ἔσται τῇ πυρώσει καὶ ζέσει. οὐ γὰρ θέμις τὸ ὑγρὸν εἰς ξηρὸν τρέπειν ἢ ξηρὸν εἰς τὸ ὑγρὸν ἐκστρέφειν πάλιν, εἰ μὴ φύσεις τούτων γὰρ ἐκστρέψῃς πάσας.
125αἱ τρεῖς δὲ οὕτως ὑγρᾶς οὐσίας ῥύσιν εἰς ξηρότητα τρέψας ὑγρὸν ἐξεοῖς ξηροῦ ἑνώσει καὶ μάχῃ καὶ συμπλοκῇ. οὕτως ῥέειν τὸ ξηρὸν αὖθις ἐργάσῃ ὕδωρ τε βλύζειν θεῖον ἀρρήτως ἅπαν
130δείξεις. γενήσεται γὰρ ὑγροῦ συμπλοκῇ τὸ ξηρὸν ὥσπερ ῥεῖθρον εἰς ὑγρὸν τραπέν. φύσις κατωφερὴς γὰρ οὐ δυνήσεται
ἀνωφερὴς ἐλαφρὰ καὶ μετάρσιος ὅλως γενέσθαι, πρῶτον εἰ μὴ ἐκστραφῇ.53
135λεπτύνεται γάρ, γίνεται δ’ αὖ ἐν πυρὶ ὡς πνεῦμα ἑνωθεῖσα τῷ ἀνωφερεῖ. καὶ πνεῦμα ὥσπερ 〈σῶμ’ ἀ〉 σωματούμενον κρατούμενόν τε ψηλαφούμενον χεροῖν οὐκ ἰσχύει ποιεῖν τις, εἰ μὴ πρότερον
140τὸ σῶμα ἐκλεπτυνθὲν ὥσπερ πνεύματος λεπτὴ φύσις καὶ δειχθὲν ἰσχνὸν, μὴ ἔχον ὕλης ὅλως τι λεῖμμα μᾶλλον δ’ ὡς φανὲν ὅμοιον ὧδε τοῦ ἐν ᾧ πάλιν τοι γάρ. οὕτως γὰρ ἡ μὴ οὖσα σῶμα γίνεται
145ἐκτὸς κόπου μόρφωσις ἔνσωμος θέσει μορφουμένη τάχιστα καὶ προσλαμβάνει τοῦ σώματος [τοῦθ’] κάλλος ὅρασ〈ιν〉 εἰκόνος. φαίνει ἐν αὐτῇ λαμπρὰν ὡς ἀλουργίδα ἄνακτος εὔχρουν φαιδρὰν ἔκστιλβον λίαν

(150)

ἔχουσα συγγένειαν ὡς ἀσώματος πρὸς τὴν ἀσώματόν τε καὶ μετάρσιον ταύτην μίαν γάλακτος εἰκονίζεται. ὡς ἀστραπημόρφῳ γὰρ εἴδει καὶ γένει λευκῆς σελήνης, τὴν δὲ καὶ ἀσπάζεται,
155κρατουμένη τε καὶ φιλουμένη πάλιν κρατεῖ, φιλεῖ τέρπουσα καὶ τερπομένη. ἀλλήλας αἱ φύσεις δὲ οἷαπερ φίλαι κρατοῦσι καὶ μορφοῦσι τῇ σφῶν εἰσκρίσει τοῦ σώματος. ψυχὴ γὰρ ἐκχωρίζεται
160τέχνῃ μόνῃ, ὡς οἶδεν ὄντως πάνσοφος ἀνὴρ τὰ θεῖα ὥσπερ ἐξησκημένος. ταυτὴν λαβὼν φύλαττε σώματος δίχα ῥύψας μέλανσιν ἔνδον ὡς κεκρυμμένην. αὕτη καλύψει κάλλος ἔκλαμπρον σκότει.
165ῥείθροις κάθαιρε ὡς χιόνα δ’ αὖ ψυχὴν τόν τε ζόφον καὶ ἀχλὺν ἔκπλυνον πάλιν
εἰς φῶς φέρων, ἄγεις γὰρ εἰς εὐοπτίαν ἀμηχάνου αἴγλης τε δόξης φωσφόρου. τὴν ἐμφωλεύουσαν γὰρ εἰ ὅλως λάβῃς54
170ἔνδον φύσιν κάλυμμα σώματος πάχος ἔχουσαν ὡς τείχισμα, μέλανσιν σκότους, καὶ τῆσδε ἄρδην ἀχλὺν ὡς σοφὸς λύσῃς τεχνουργικῶς λειῶν τε καὶ πλύνων πάλιν, μὴ ἀσχολούμενος δὲ τοῖς πολλοῖς κόποις,
175ἀλλ’ εὐφυῶς κάθαρσιν οἰκείως φέρων. ποιῶν κυβερνωμένην εἰς θεῖον νᾶμα καὶ εἰς πῦρ εἰσάγων δὲ τῷ ἰωμένῳ καίοντι δ’ αὖ ῥύπτοντι καὶ ὡς ἄργυρον δεικνύντι καὶ πλύνοντι τοῦ σκότους μέλαν,
180ὄψει τάχιστα, ἣν ποθεῖς ἰδεῖν θέαν. καὶ εἰς θάλασσαν βάψας ἐν ῥείθροις πλέειν δείξεις κάτω τὴν οὖσαν οὐσίαν πάλιν ὠκεανόχρουν αὖθις ἔκστιλβον, πλύνων, ἕως ἂν ἴδῃς γαῖαν οἷάπερ νᾶμα
185λυθεῖσαν εἰς νέφος τε βαίνουσαν, ῥᾷον ὑψουμένην, θέουσαν ἐν ῥείθροις ὅλην μὴ δεικνύουσαν τῆς ὕλης τι παντελῶς, ἀλλ’ ἢ μόνον τὴν φαιδρὰν εἰκόνος θέαν τὴν πολύμορφον λευκότητα, ἣν ποθεῖς
190κατοπτρίσασθαι καὶ θεάσασθαι ὅλην κατεμβατεύουσαν μὲν εἰς ὕδωρ ῥέον ὥσπερ χρυσέκλαμπρόν τε καὶ χρυσήλατον νύμφην. χρυσαυγὲς τὸ πρόσωπον δείκνυσι καὶ νήχεται στίλβουσα καὶ καλύπτεται
195ἐν τοῖς Νείλου γλυκέσιν οἷα δὴ μέλι ῥείθροις, νικῶσα ἡλίου δὲ φῶς 〈ἅ〉παν φαίνει ἄνωθεν μηδόλως κρυπτομένη. ἔσωθεν ὡς ἔξωθεν ἐκλάμπει σέλας καὶ τῶν βλεπόντων τὰς κόρας ἀμβλυωπεῖν

(200)

ποιεῖ, πόθῳ δὲ προσκαλεῖται πρὸς θέαν βαβαὶ λέγουσα τῆς ἀσωματουμένης
καὶ προσμενούσης αὖθις οἷον πνεύματος τὸ σχῆμα 〈καὶ〉 τὸ εἶδος ὡς μορφουμένης καὶ μὴ ἐώσης πάμπαν ἀχλύος σκότος55
205φαίνειν ἐν αὑτῇ. μᾶλλον δ’ ἐνδύει σέλας εἰς φωτὸς αἴγλην λευκότητος ἐκτροπῇ. ἰδοῦσα κείμενον δὲ ταύτης ὄργανον ἄφωνον ἄψυχόν τε, μὴ κινούμενον ὡς προσδοκοῦν δὲ τοῦ τάφου ἀνάστασιν
210πολλῶν τιμωριῶν τε προσβολῇ μάχην, πρόεισι γοῦν χαίρουσα φαιδρῷ βλέμματι καὶ λαμπρᾷ φωνῇ προσκαλεῖται κείμενον τὸ σῶμα· οὕτω φησὶν ἔργοις, οὐ λόγοις· Ἔξελθε βαῖνον ἐκ σκότους ὡς ἐξ ᾅδου,
215ἑκὰς βάλε σκότωσιν ἐκ σοῦ ἀχλύος, ῥῖψον φθορᾶς χιτῶνα [καὶ] πάλιν, ἔνδυμα πρῴην ὅπερ σε εἶχεν ὡς κατάκριτον, δι’ οὗ πυρώσεις πλείστας ὡς παχὺς φέρων στέ〈να〉ξας, ὄφρα λεπτὸς ἐκφανθῇς ὅλως
220ὡς πνεῦμα ἐκτραπῇς δὲ καὶ ζήσῃς πάλιν σὺν τῇ ψυχῇ πάροιθεν ἐκ σοῦ ἐκστάσῃ, καὶ αὖθις ἐν σοὶ θᾶττον εἰσοικούμενον εἴσδεξαι πνεῦμα τὸ τρίτον ὥσπερ στέφος. νεκρὸς γὰρ ἦσθα τὸ πρὶν εἰς φθορὰν πέλων
225τάφῳ κατῴκησάς τε νεκρὸς, ἄψυχος, ἄμορφος, ἄπνους, μηδόλως κάλλος φέρων, νικώμενος παλαίστρᾳ καὶ φεύγων πάλην, ἡττώμενος μάχῃ τε συμπλοκῆς ὅλης τὴν ἧτταν ὥσπερ φεύγων ἐμφαίνων πᾶσι.
230κρατούμενος γὰρ ἔνδον οὐκ ἀεὶ μένεις, φεύγεις βελῶν δὲ προσβολὴν ἔξω πλέων, νήχεις ὕπερθεν ὑγρᾶς οὐσίης, ὅλως οὐχ ἵσταται πρὸς θῆλύ σοι ἑνούμενον
μίξει γὰρ ὡς γέγηθας, οὕτως οὐ μένεις56
235μάχης πάλη θηλείας, ἀλλὰ φθείρῃ τε ὡς χνοῦς ὑπ’ αὐτῆς κείμενος ὥσπερ μέλας, καλύπτεταί σου κάλλος ἔκλαμπρον τάφῳ, ταῖς κειρίαις δὲ νεκρὸς ἄπνους, ἄψυχος, εἱλίσσῃ μὲν πρόσωπον ἐκφαίνων μόνον.
240ἐρριμ〈μ〉ένος γυμνὸς δὲ τοῖς ὁρῶσί σε ἄφωνος οὕτως φαίνῃ τὸ ζῆν προσδοκῶν ἔργοις λέγων· ποῦ ἐστιν ἡ ζῶσα ψυχή; ἐμοῦ 〈γὰρ〉 ἀποστᾶσα πρὶν ἔξελθε ζῶσα. σῇ εἰσκρίσει με δεῖξον ἔκστιλβον πάλιν.
245τὴν εἰκόνα χρανθεῖσαν ἐν ζόφῳ σκότους ἐμὴν πλύνασα σμῆξον ἀφράστως πλέον, ὅπως γένωμαι φαιδρὸν οἰκητήριον σοῦ, ὦ ψυχή, ἔκλαμπρον ἠγλαϊσμένον, μηδὲν ῥύπου σκότωσιν ἢ μελάνσεως

(250)

ἀχλὺν φέρον, μᾶλλον δὲ, ὥσπερ φῶς νέμ〈ον〉 τὰς ἀκτῖνας καὶ εἶδος ἄσκιον χέον. νικητικὸν τὸ στέμμα συγκομίσομαι πάλιν νικήσας τὸν νικήσαντα πλοκῇ τρέψας τε δείξω οἶκον ἔκλαμπρον μένειν
255εἰς αὐτὸν ὡς οἰκίον ἀμφοῖν ἄξιον τοῦ πνεύματός τε καὶ καθαρτικῆς ψυχῆς. οὕτως γὰρ οἱ τρεῖς προσπλακέντες εἰς μίαν ἕνωσιν πόθου ἀρραγοῦς στερεμνίου φίλτρου τε οἰκήσουσιν ἐν μίξει μιᾷ
260σῶμα, ψυχὴ καὶ πνεῦμα μὴ νικώμενα τῇ εἰσκρίσει, μᾶλλον δὲ κοσμοῦνται πλέον φάει τε πυρμαχοῦντα πῦρ βαπτείνοντα βάψαι θέλουσι, πάμπαν οὐ δεδοίκασιν ὡς τρίπλοκον τείχισμα καὶ στερέμνιον
265ἄλληλα συνδέοντα τέσσαρσι στίχοις τῶν στοιχείων τῇ ἀκραποιᾷ συνθέσει.
[τῇ εἰσκρίσει μένοντα καὶ τὰ σώματα βάπτοντα καὶ μορφοῦντα παντοίαν χρόαν]. τὸ ἐκ πυρὸς γὰρ στοιχεῖον εἰσέρχεται57
270εἰς πῦρ νικῶν ἔκκαυσιν ὡς καὶ τὴν φλόγα, ὥστε μορφοῖ λαμπρύνει 〈πῦρ〉 τὸ στοιχεῖον. αὖθις τὸ ἐκ τῆς ὑγρᾶς οὐσίας πέλον πᾶσαν φύσιν τυχθεῖσαν αὖ ἐ〈κ〉 νέκταρος. τὸ στοιχεῖον γαίας δὲ βάπτει σῶμα πᾶν
275γεννηθὲν ἐκ τῆς ξηρᾶς, ὡς καὶ λαμπρύνει. τὸ θερμὸν ὑγρὸν στοιχεῖον δ’ αὖ ὡς ἀὴρ εἰσέρχεται τάχιστα καὶ εἰς σώματα βάπτον φυλάττον κάλλος ὥρας σώματος. — Οὕτως γὰρ, ὦ ἄνθρωπε, ταῦτα σκευάσας
280ἔσῃ τέλειος, ἀγχίνους, λίαν σοφὸς ἀνὴρ, φέρων ἐνεργὸν εἰς πρᾶξιν λόγον, μηδὲν κενὸν φρονῶν τε τῶνδέ μου ἐπῶν, μηδ’ αὖ φρένας σου ἐκτρέπων ἐξ ὧν ἔφην σοφῶν μεγίστων, ὥσπερ εἰς ἃ μὴ θέμις
285ἀπασχολούμενος σὺ πολὺν εἰς κόπον ἄκαιρον ὄλβον, σοὶ δὲ μηδὲν 〈ἐκ〉φέρων, μᾶλλον δέ σοι ἀκερδὲς ἔργον γίνεται. πείσθητί μοι λέγοντι καὶ ζήτει ῥοπῆς ἄνωθεν ἐμπνευσθεῖσαν ἐλθεῖν σοι χάριν,
290μηδὲν φρονῶν γεῶδες ἢ βίον ποθῶν τὸ〈ν〉 φθαρτόν· ὡς οὐδὲν 〈γὰρ〉 ἔσται καὶ σκιὰ παρέρχεται. ὅλως γὰρ οὕτως τῶν βροτῶν ἡ δόξα καὶ ὁ πλοῦτος ἄρδην ὄλλυται, μένει δὲ πίστις, ἐλπὶς ὥσπερ καὶ πόθος
295θεῖος δι’ ἔργων φωτὸς ἐκτελούμενος. ἐγὼ γὰρ οὐκ ἔκρυψα τοῦ ζητουμένου τὴν γνῶσιν, ἀλλ’ ἔδειξά σοι τὴν σύντομον καὶ πάνσοφον τέχνης τε τὴν ἐμπειρίαν καὶ πρᾶξιν ὡς εὔληπτον οὖσαν εὔκολον,

(300)

μύησιν εὐσύνοπτον ἐγκρίτων σοφῶν ἀνδρῶν τελείων γυμνασάντων τοῖς πόνοις
τῶν ἐνθέων ἔργων καὶ ἐσθλῶν πράξεων τὸν νοῦν τε καὶ λογισμὸν εἰς θεωρίαν, ὁρᾶν σοφιστικῆς τε καὶ τῆς πρακτικῆς58
305τῶν ῥητόρων ῥηθεῖσαν ἰσχνῶς τοῦ νοὸς θεωρίαις τὴν πρᾶξιν ἀψευδῆ ὅλως φέρουσαν εἰς δήλωσιν ἔργων 〈τῶν〉 σοφῶν. καὶ εἰ μὲν ἀγχίνους τε καὶ λίαν σοφὸς καὶ ἐξεταστὴς ὧν ἔφη λόγων γένῃ
310τῶν κειμένων πάντων μὲν ἐν βίβλοις σοφῶν, ἔσῃ τὸ κέρδος πρὸς πορισμὸν εὑρηκὼς εἰς ἀμπλακημάτων δὲ λύτρωσιν φέρον καὶ τῆς ἀλήκτου χαρμονῆς κληρουχίαν. νέκρωσον οὖν τὸ σῶμα δουλεύων θεῷ,
315ψυχὴν πτέρωσον ἐμπόνως πρὸς ἔνθεον θεωρίαν, ὡς μηδὲν ἐξ ὧν οὐ θέμις πράττειν θελήσεις ἢ λογίζεσθαι ὅλως. ψυχῆς γὰρ ἰσχύς ἐστιν ἀνδρεία φρενῶν, σώφρων λογισμὸς καὶ φρόνησις τοῦ νοὸς
320παθῶν τε πάντων ῥύψις, ὡς καὶ ἡδονῶν τοῦ σώματος τὸ αἶσχος ἐκπλύνων ῥοαῖς ἐξ ὀμμάτων σου δακρύων καὶ καρδίας ἄλγους πόνου τε τὸν στεναγμὸν προσφέρων φλόγας γεέννης καὶ λογίζου τὴν κρίσιν.
325οὕτως βιῶν γὰρ ἀξιωθήσῃ βλέπειν τὸ φῶς τὸ ἄσκιόν τε καὶ ἀΐδιον ὕμνοισι δόξαν προσφέρων ἐκ χειλέων σὺν ἀγγέλοις τὸν αἶνον ὑψίστῳ θεῷ ὑψιμέδοντι παντάνακτι ἐμφρόνως
330τῷ πατρὶ σὺν λόγῳ τε θείῳ πνεύματι εἰς ἀπείρονας καὶ αἰωνίους κύκλους, ἀϊδίους αἰῶνας αἰώνων. ἀμήν.
στίχοι τκβʹ.59